Αναζήτηση αυτού του ιστολογίου

Παρασκευή, 18 Απριλίου 2014

Το 12o Ευαγγέλιο από το δ. Τιμόθεο στην Αγία Τριάδα Πτολεμαΐδας_Μ.Πέμπτη 17/04/2014



Εὐαγγέλιον ΙΒ’
Ἐκ τοῦ κατὰ τὸν Ματθαῖον

Τῇ ἐπαύριον, ἥτις ἐστὶ μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον λέγοντες·
Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν, μετὰ τρεῖς ἡμέρας ἐγείρομαι.
Κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ κλέψωσιν αὐτὸν καὶ εἴπωσι τῷ λαῷ, ἠγέρθη ἀπὸ τῶν νεκρῶν·
καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης.
Ἔφη αὐτοῖς ὁ Πιλᾶτος·
Ἔχετε κουστωδίαν·
ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε.
Οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.